2013-08-14 17:55:52
Φωτογραφία για Τα εγκώμια της Υπεραγίας Θεοτόκου ΒΙΝΤΕΟ...!!!
Ἡ Ἁγνὴ ἐν τάφῳ, κατετέθης βαβαί, ἡ Θεὸν γαστρί σου χωρήσασα καὶ κυήσασα ἀφράστως ἐπὶ γῆς.

Ἀπορεῖ καὶ φύσις, καὶ πληθὺς νοερά, τὸ ἐν σοί, παρθενομῆτορ, μυστήριον, τῆς ἐνδόξου καὶ ἀρρήτου σου ταφῇς.

Βασιλὶς καὶ πόλου, καὶ τῆς γῆς ἀληθῶς, εἰ καὶ τάφῳ σμικροτάτω συγκέκλεισαι, ἐγνωρίσθης πάσῃ κτίσει Μαριάμ.

Γέφυρα ὑψούται, ἡ μετάγουσα πρίν, ἐκ θανάτου πρὸς ζωὴν τὴν ἀκήρατον, τοὺς θανόντας παραβάσει τὸν Ἀδάμ.

Δάκρυσι καὶ θρήνοις, γοεροῖς ἐπὶ σοί, πᾶσαι αἱ σαὶ φίλαι ἐκόπτοντο, τὴν μετάστασιν μὴ φέρουσαι τὴν σήν.

Ἔχαιρον χορείαι, Οὐρανίων Νοῶν, ἀπὸ γῆς σὲ φερομένην δεχόμεναι, εἰς οὐράνια σκηνώματα Ἁγνή.

Ζῶσα ἐν ὑψίστοις, ἀληθῶς Μαριάμ, ὑπὲρ πάντων πρεσβευτὴς ἡμῶν γέγονας, ἀξιώσαι ἐφροσύνης ἀληθῶς.

Ἡ λαμπὰς ἡ θεία, τοῦ ἀρρήτου φωτός, φρικτωρούσα οὐρανόθεν τοὺς δούλους σου, μὴ ἐλλείπης ἀγαθὴ τοὺς ἐπὶ γῆς.
communenews
VIDEO
ΜΟΙΡΑΣΤΕΙΤΕ
ΔΕΙΤΕ ΑΚΟΜΑ
ΣΧΟΛΙΑΣΤΕ
ΑΚΟΛΟΥΘΗΣΤΕ ΤΟ NEWSNOWGR.COM
ΣΧΕΤΙΚΑ ΑΡΘΡΑ
ΠΡΟΗΓΟΥΜΕΝΑ ΑΡΘΡΑ